SGDI II 1815
[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Θευξένου τοῦ Καλλία μηνὸς
βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο Κάλλων Ἀριστοδά-
μου, Ἀγαθὼ Τίμωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
μα γυναικεῖον ἇι ὄνομα Ἀφροδισία, τιμᾶς ἀργυρίου
5 μνᾶν τεσ<σ>άρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε
Ἀφροδισία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέ-
φαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέλη καὶ ἀπ-
οτρέχουσαν οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς
πόλιος· Νικίας Κάλλωνος. εἰ δέ τις καταδουλίζοιτο Ἀφροδισίαν,
10 κύριοι ὄντω συλέοντες κατὰ τὰν ὠνὰν καὶ ἀναγραφὰν τὰν ἐν τῶι
ἱερῶι ἀναγεγραμμέναν. μάρυτροι· τοὶ ἱαρεῖς τοῦ Ἀπόλλωνος Ταρα-
ντῖνος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Ἰατάδας Πάτρωνος, Αἰακίδας Φ-
ιλαιτώλου, Ξένων Βούλωνος, ἰδιῶται Φίλων Ἀριστέα, Νικέας Ἀγη-
σάρχου, Καλλίερος, Ὀρέστας Εὐχαρίδα, Πάτρων Ἰατάδα, Κλεύξενος
15 [․․]ασίππου {²⁷[Μν]ασίππου?}²⁷.
Search Help
Contact Us