[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος ἐν Τριτέα Εὐνοΐδα μηνὸς Γιγαντίο[υ, ἐν]
Δελφοῖς [δὲ] ἄρχοντος Πύρρου μηνὸς Ποιτροπίου, ἀ[πέ]-
δοτο Φίλων Φιλλέα Τριτεὺς τῶι Ἀπόλλωνι τῶι [Πυ]-
θίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Φιλοκλῆς,
5 τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τι-
μὰν ἔχει πᾶσαν,
καθὼς ἐπίστευσε Φιλοκλῆς τὰν ὠνὰν τῶι
θεῶι, ἐφ’ ὅτω ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτον
ἀπὸ πάντων τὸν πάντα βίον, ποιέων ὅ κα θέλη
10 καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτῆρες κατὰ
τοὺς νόμους καὶ τὰν συμβολάν· Ἄθαμβος Ἀθανί-
ωνος Δελφός, Λυκῖνος Φιλλέα Χαλειεύς.
μάρτυρες· οἱ ἱερεῖς Ἀμύντας, Ταραντῖνος καὶ
τῶν ἀρχόντων Ἄθαμβος, ἰδιῶται Φίλαγρος, Ἀρι-
15 στίων, Τυρβαῖος Δελφοί, Πολύξενος Τολο-
φώνιος, Ξενέας Τριτεύς.
Search Help
Contact Us