[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος ἐν Τριτέα Εὐνοΐδα μηνὸς Γιγαντίο[υ, ἐν] |
Δελφοῖς [δὲ] ἄρχοντος Πύρρου μηνὸς Ποιτροπίου, ἀ[πέ]- | |
δοτο Φίλων Φιλλέα Τριτεὺς τῶι Ἀπόλλωνι τῶι [Πυ]- | |
θίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Φιλοκλῆς, | |
5 | τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τι- |
μὰν ἔχει πᾶσαν, | |
καθὼς ἐπίστευσε Φιλοκλῆς τὰν ὠνὰν τῶι | |
θεῶι, ἐφ’ ὅτω ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτον | |
ἀπὸ πάντων τὸν πάντα βίον, ποιέων ὅ κα θέλη | |
10 | καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτῆρες κατὰ |
τοὺς νόμους καὶ τὰν συμβολάν· Ἄθαμβος Ἀθανί- | |
ωνος Δελφός, Λυκῖνος Φιλλέα Χαλειεύς. | |
μάρτυρες· οἱ ἱερεῖς Ἀμύντας, Ταραντῖνος καὶ | |
τῶν ἀρχόντων Ἄθαμβος, ἰδιῶται Φίλαγρος, Ἀρι- | |
15 | στίων, Τυρβαῖος Δελφοί, Πολύξενος Τολο- |
φώνιος, Ξενέας Τριτεύς. |