[ ]
Phokis — Delphi — 171/70 BC
1 | [στραταγέ]οντος τῶν Αἰ- |
[τωλῶν Π]ροάνδρου Φόλα μη[ν]ὸς Δίου, ἐν [Δελφοῖς δὲ ἄρχον]- | |
[τος Μέν]ητος μηνὸς Ποιτροπίου, ἐπὶ το[ῖσ]δε ἀ[π]έδο[το Μνασίλα]- | |
[ος Δαμ]οκλέος Ἀμφισσεὺς τῶι Ἀπόλ[λ]ωνι τῶι Πυθί[ωι] καὶ τᾶι Ἀρτέμι[τ]ι σῶμα γ[υ]ναικεῖ- | |
5 | ο[ν] ἇι ὄνομα Ζωπύρα τ[ὸ] γ[έ]νος Ἰλλύραν, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔ[χ]ει, καθὼς |
ἐπίστευσε τῶ[ι] θεῶι τὰν ὠνὰν Ζωπύρα, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπ[τ]ον ἀπὸ πάν- | |
των τὸμ πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πολέμαρ[χ]ος Παυσανία Δελφός. [εἰ] δέ τίς κα | |
ἅπτηται Ζωπύρας, βέβα[ι]ον παρεχόντων τοῖς θεοῖς τὰν ὠνὰν ὅ τε ἀποδό[μ]ενος Μνασίλα- | |
ος καὶ ὁ β[ε]βαιωτὴρ Πολέμα[ρ]χος· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντω[ν κατ]ὰ τὸν νόμον. | |
10 | ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς [ἐλευθέ]ραν οὖσαν ἀζά- |
μιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δί[κ]ας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱε[ρεῖς τοῦ] Ἀπόλλωνος | |
[Ἄ]θαμβος, Ἀ[μ]ύντας· Διδύμα[ρχ]ος, Διονύσιος Ἀμβρύσιοι, Θευφάνης Ἀ[ρ]ι[στομάχ]ου Τριτεύς, Ἡρα- | |
[κ]λείδας Ἀμφισσεύς, Πεισέας, Κάλλων, Εὐκλείδας, Καλ[λ]ίερος Δελφοί. |