[ ] Phokis — Delphi — 171/70 BC
1 [στραταγέ]οντος τῶν Αἰ-
[τωλῶν Π]ροάνδρου Φόλα μη[ν]ὸς Δίου, ἐν [Δελφοῖς δὲ ἄρχον]-
[τος Μέν]ητος μηνὸς Ποιτροπίου, ἐπὶ το[ῖσ]δε ἀ[π]έδο[το Μνασίλα]-
[ος Δαμ]οκλέος Ἀμφισσεὺς τῶι Ἀπόλ[λ]ωνι τῶι Πυθί[ωι] καὶ τᾶι Ἀρτέμι[τ]ι σῶμα γ[υ]ναικεῖ-
5 ο[ν] ἇι ὄνομα Ζωπύρα τ[ὸ] γ[έ]νος Ἰλλύραν, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔ[χ]ει, καθὼς
ἐπίστευσε τῶ[ι] θεῶι τὰν ὠνὰν Ζωπύρα, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπ[τ]ον ἀπὸ πάν-
των τὸμ πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πολέμαρ[χ]ος Παυσανία Δελφός. [εἰ] δέ τίς κα
ἅπτηται Ζωπύρας, βέβα[ι]ον παρεχόντων τοῖς θεοῖς τὰν ὠνὰν ὅ τε ἀποδό[μ]ενος Μνασίλα-
ος καὶ ὁ β[ε]βαιωτὴρ Πολέμα[ρ]χος· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντω[ν κατ]ὰ τὸν νόμον.
10 ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς [ἐλευθέ]ραν οὖσαν ἀζά-
μιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δί[κ]ας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱε[ρεῖς τοῦ] Ἀπόλλωνος
[Ἄ]θαμβος, Ἀ[μ]ύντας· Διδύμα[ρχ]ος, Διονύσιος Ἀμβρύσιοι, Θευφάνης Ἀ[ρ]ι[στομάχ]ου Τριτεύς, Ἡρα-
[κ]λείδας Ἀμφισσεύς, Πεισέας, Κάλλων, Εὐκλείδας, Καλ[λ]ίερος Δελφοί.
Search Help
Contact Us