[ ]
Phokis — Delphi — 168 BC
1 | ἄρχοντος Κλευδάμου τοῦ Μαντί[α μη]- |
νὸς Θευξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο [Ἀρχέλαος] | |
Θηβαγόρα Δελφός, συνεπαινεόντ[ων τῶν υἱ]- | |
ῶν, κατὰ τὸν νόμον τᾶς πόλιος [σῶ]μ[α] ἀ[ν]- | |
5 | δρεῖον ὧ ὄνομα Φίλων, τιμᾶς ἀρ[γ]υρίου |
μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
καθὼς ἐπίστευσε Φίλων τῶι θεῶι τὰν ὠνάν, | |
ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ | |
πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα θέληι | |
10 | καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτῆρες κα- |
τὰ τὸν νόμον· Βαβύλος Αἰακίδα Δελφός, Ἀμφισσεῖ- | |
ς {εῖς} Μεγακλῆς, Θηβαγόρας, Δωρόθεος. εἰ δέ τίς κα | |
ἐφάπ[τ]ηται Φίλωνος, βέβαιον παρεχόντων | |
τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀρχέλαος | |
15 | καὶ οἱ βεβαιωτῆρες Βαβύλος, Μεγακλής, Δωρό- |
θεος, Θηβαγόρας. εἰ δέ κα μὴ παρέχωντι, πρά- | |
κτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλι- | |
ος. ὡσαύτως δὲ καὶ οἱ παρατυγχάνοντες | |
κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον | |
20 | ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πά- |
σας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱε- | |
ρεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραν- | |
τῖνος, ἰδιῶται Ἀρχέλαος Πραόχου, Βούλων, Σώτιμος, Νίκων Θευξένου, | |
25 | Θευγένης, Πύθων, Δαμάνθης, Στράτα- |
γος, Μενεκράτης, Μελισσίων. |