[ ] Phokis — Delphi — 168 BC
1 ἄρχοντος Κλευδάμου τοῦ Μαντί[α μη]-
νὸς Θευξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο [Ἀρχέλαος]
Θηβαγόρα Δελφός, συνεπαινεόντ[ων τῶν υἱ]-
ῶν, κατὰ τὸν νόμον τᾶς πόλιος [σῶ]μ[α][ν]-
5 δρεῖον ὧ ὄνομα Φίλων, τιμᾶς ἀρ[γ]υρίου
μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν,
καθὼς ἐπίστευσε Φίλων τῶι θεῶι τὰν ὠνάν,
ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ
πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα θέληι
10 καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτῆρες κα-
τὰ τὸν νόμον· Βαβύλος Αἰακίδα Δελφός, Ἀμφισσεῖ-
ς {εῖς} Μεγακλῆς, Θηβαγόρας, Δωρόθεος. εἰ δέ τίς κα
ἐφάπ[τ]ηται Φίλωνος, βέβαιον παρεχόντων
τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀρχέλαος
15 καὶ οἱ βεβαιωτῆρες Βαβύλος, Μεγακλής, Δωρό-
θεος, Θηβαγόρας. εἰ δέ κα μὴ παρέχωντι, πρά-
κτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλι-
ος. ὡσαύτως δὲ καὶ οἱ παρατυγχάνοντες
κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον
20 ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πά-
σας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱε-
ρεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραν-
τῖνος, ἰδιῶται Ἀρχέλαος Πραόχου, Βούλων, Σώτιμος, Νίκων Θευξένου,
25 Θευγένης, Πύθων, Δαμάνθης, Στράτα-
γος, Μενεκράτης, Μελισσίων.
Search Help
Contact Us