[ ]
Phokis — Delphi — 175/174 BC
| 1 | ἄρχοντος Ἀρχελάου τοῦ Δαμοσθένεος μηνὸς |
| Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Φίλων Τελε- | |
| σάρχου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυ- | |
| ναικεῖον ἇι ὄνομα Ἱστιώ, τιμᾶς ἀ[ργυ]ρίου | |
| 5 | μνᾶν δύο. βεβαιωτὴρ κατὸν νόμον· Δρ[ο]μο- |
| κλείδας Ἁγίωνος Δελφός. παραμεινά- | |
| τω {ι} δὲ Ἱστιὼ παρὰ Φίλωνα μέχρι κα ζώ[η Φ]ίλων, | |
| ποιέουσα πᾶν τὸ ποτιτασσόμεν<ον> τὸ δυ[ν]ατόν· | |
| εἰ δέ κα μὴ ποιῆ Ἱστιὼ ἢ μὴ παραμ[ε]ίνη, ἐξέ- | |
| 10 | στω Φίλωνι ἢ ἄλλω ὑπὲρ Φίλωνα κολάζειν |
| ὥς κα θέλωντι ἀζαμίοις ὄντοις κ[α]ὶ ἀνυποδί[κ]οις. | |
| εἰ δέ τί κα πάθη Φίλων, ἐλευθέρα [ἔ]στω Ἱστιὼ | |
| κυριεύουσά τε αὐτοσαυτᾶς κα[ὶ] ἀποτρέχουσα | |
| οἷς κα θέλη, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ | |
| 15 | δέ τίς κα ἅπτηται Ἱστιοῦς ἐπεί κα [τε]λευτάση |
| Φίλων, βέβαιον παρεχέτω ὁ βεβαι[ω]τὴρ τῶι θε- | |
| ῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμο[ί]ω[ς] δὲ καὶ οἱ παρατυνχάνοντες κύριοι ἐόντων | |
| συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι [ἐ]όντες καὶ ἀνυπόδικοι πάσας | |
| δίκας καὶ ζαμίας. στεφανούτω δὲ κατὰ μῆνα | |
| 20 | νουμηνία καὶ ἑβδόμα τὰν Φίλων[ο]ς εἰκόνα δαφνίνω |
| στεφάνω πλεκτῶ. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, | |
| Ἀμύντας καὶ οἱ ἄρχ[ο]ντες Βούλων, Με<λ>ισίων, Ξένων, ἰδιῶται | |
| Μαντίας Κλευδάμου, Ξενέας Βαβύλου, Καλλίερος Δελφοί. |