[ ] Phokis — Delphi — 175/174 BC
1 ἄρχοντος Ἀρχελάου τοῦ Δαμοσθένεος μηνὸς
Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Φίλων Τελε-
σάρχου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυ-
ναικεῖον ἇι ὄνομα Ἱστιώ, τιμᾶς ἀ[ργυ]ρίου
5 μνᾶν δύο. βεβαιωτὴρ κατὸν νόμον· Δρ[ο]μο-
κλείδας Ἁγίωνος Δελφός. παραμεινά-
τω {ι} δὲ Ἱστιὼ παρὰ Φίλωνα μέχρι κα ζώ[η Φ]ίλων,
ποιέουσα πᾶν τὸ ποτιτασσόμεν<ον> τὸ δυ[ν]ατόν·
εἰ δέ κα μὴ ποιῆ Ἱστιὼ ἢ μὴ παραμ[ε]ίνη, ἐξέ-
10 στω Φίλωνι ἢ ἄλλω ὑπὲρ Φίλωνα κολάζειν
ὥς κα θέλωντι ἀζαμίοις ὄντοις κ[α]ὶ ἀνυποδί[κ]οις.
εἰ δέ τί κα πάθη Φίλων, ἐλευθέρα [ἔ]στω Ἱστιὼ
κυριεύουσά τε αὐτοσαυτᾶς κα[ὶ] ἀποτρέχουσα
οἷς κα θέλη, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ
15 δέ τίς κα ἅπτηται Ἱστιοῦς ἐπεί κα [τε]λευτάση
Φίλων, βέβαιον παρεχέτω ὁ βεβαι[ω]τὴρ τῶι θε-
ῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμο[ί]ω[ς] δὲ καὶ οἱ παρατυνχάνοντες κύριοι ἐόντων
συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι [ἐ]όντες καὶ ἀνυπόδικοι πάσας
δίκας καὶ ζαμίας. στεφανούτω δὲ κατὰ μῆνα
20 νουμηνία καὶ ἑβδόμα τὰν Φίλων[ο]ς εἰκόνα δαφνίνω
στεφάνω πλεκτῶ. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος,
Ἀμύντας καὶ οἱ ἄρχ[ο]ντες Βούλων, Με<λ>ισίων, Ξένων, ἰδιῶται
Μαντίας Κλευδάμου, Ξενέας Βαβύλου, Καλλίερος Δελφοί.
Search Help
Contact Us