[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Πύρρου μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο Δαμοσθένης Ἀρχέλα Δελφός, συνεπαινεόντων καὶ τῶν υἱῶν αὐτ[οῦ] ․․․․․․, Κλέωνος, |
κατὰ τὸν νόμον τᾶς πόλιος σῶμα ἀνδρεῖον οἷ ὄνομα Κτήσων, τιμᾶς ἀργυρίου μνᾶν | |
δύο στατήρων εἴκοσι, καὶ τὰν τιμὰν [ἔχει πᾶσα]ν, καθὼς | |
ἐπίστευσε Κτήσων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα θέλῃ. [βεβαιω]τὴρ | |
5 | κατὰ τὸν νόμον· Ἄσων Νικοβούλου. εἰ δέ τίς κα ἅπτηται Κτήσωνος ἐπὶ καταδουλισμῶι, [β]έβαιον παρεχόντων τῶι θ[εῶι τὰν] ὠν[ὰν] ὅ τε |
ἀποδόμε[ν]ος Δαμοσθένης καὶ οἱ βεβαιωτῆρες. εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντων | |
κατὰ τὸν νόμον τᾶς πόλιος. ὡσαύτως δὲ καὶ οἱ παρατυγχάνοτες κύρι[ο]ι ἐόντων | |
συλέοντες ὡς ἐλεύθερον ὄντα. μάρτυρες· ὁ ἱερεὺς Ταραντῖν[ο]ς, ἰδιῶται | |
Καλλίστρατος, Εὐκλείδας, Μένης, Ἀνδρομένης. |