[ ]
Phokis — Delphi — 171 BC
1 | ἄρχοντες Κλευφάνεος μην[ὸ]ς Θευξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἰατάδας Πάτρωνος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- |
μα γυναικεῖον ἇι ὄνομα Ἀφροδισία, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, συνεπαινεούσας καὶ Ἀρχίου. κατενεγκάτω δὲ Ἀφροδι- | |
σία τὸν [ἔ]ρανον τὸν Βρομίου οὗ ἐγγυεύει Ἰατάδας μὴ ἀκαταβολέουσα μηδὲ καταβλάπτουσα Ἰατάδαν· εἰ δὲ μὴ κατενέγ- | |
και Ἀφροδισία τὸν ἔρανον ἢ καταβλάψ{α}αι {²⁶καταβλάψαι}²⁶ τι Ἰατάδαν ἐκ τοῦ ἐράνου, ἀτελὴς καὶ ἄκυρος ἁ ὠνὰ ἔστω ἁ τῷ θεῷ. ἐλευθέρα | |
5 | δὲ ἔστω Ἀφροδισία τὸμ πάντα χρόνον, ποιήσασα τὰ γεγραμμένα τὰ ἐν τᾶ συνγραφᾶ, καὶ ἀνέφαπτος ἀπὸ πάντων |
τὸμ πάντα χρόνον. βεβ[αι]ω[τῆ]ρες κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀρίστων Νικοδώρου, Νικόδωρος Ἀρίστωνος, Μαντίας | |
Κλευδάμου. εἰ δέ τις ἅ[π]τ[ο]ιτο Ἀφροδισίας ἐπὶ καταδουλισμῷ κατενεγκάσας τὸν ἔρανον καθὼς γέγ[ρα]πται καὶ ἀβλα- | |
βέος γενομένου Ἰατάδα ἐκ τᾶς ἐγγύας, παρεχόντω βέβαιον τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος [Ἰατάδα]ς καὶ [ο]ἱ βεβαιω- | |
τῆρες Ἀρίστων, Νικόδωρος, Μαντ[ία]ς. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύρι’ ἔστω συλέοντ[ες Ἀφροδισί]αν ὡς ἐλευ- | |
10 | θέραν οὖσαν ἀζάμιοι καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ [Ἀπόλλωνος Ἄ]θαμβος, |
Ἀμύντας καὶ ὁ ἄρχων Μελισσίων, ἰδιῶται Φίλων, Καλλίερος, Κλευφάνης. |