[ ] Phokis — Delphi — 171 BC
1 ἄρχοντες Κλευφάνεος μην[ὸ]ς Θευξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἰατάδας Πάτρωνος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
μα γυναικεῖον ἇι ὄνομα Ἀφροδισία, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, συνεπαινεούσας καὶ Ἀρχίου. κατενεγκάτω δὲ Ἀφροδι-
σία τὸν [ἔ]ρανον τὸν Βρομίου οὗ ἐγγυεύει Ἰατάδας μὴ ἀκαταβολέουσα μηδὲ καταβλάπτουσα Ἰατάδαν· εἰ δὲ μὴ κατενέγ-
KAI *)AFRODISI/A TO\N E)/RANON H)\ KATABLA/Y[3A]3AI {26KATABLA/YAI}26 TI *)IATA/DAN E)K TOU= E)RA/NOU, A)TELH\S KAI\ A)/KUROS A( W)NA\ E)/STW A( TW=| QEW=|. E)LEUQE/RA
5 δὲ ἔστω Ἀφροδισία τὸμ πάντα χρόνον, ποιήσασα τὰ γεγραμμένα τὰ ἐν τᾶ συνγραφᾶ, καὶ ἀνέφαπτος ἀπὸ πάντων
τὸμ πάντα χρόνον. βεβ[αι]ω[τῆ]ρες κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀρίστων Νικοδώρου, Νικόδωρος Ἀρίστωνος, Μαντίας
Κλευδάμου. εἰ δέ τις ἅ[π]τ[ο]ιτο Ἀφροδισίας ἐπὶ καταδουλισμῷ κατενεγκάσας τὸν ἔρανον καθὼς γέγ[ρα]πται καὶ ἀβλα-
βέος γενομένου Ἰατάδα ἐκ τᾶς ἐγγύας, παρεχόντω βέβαιον τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος [Ἰατάδα]ς καὶ [ο]ἱ βεβαιω-
τῆρες Ἀρίστων, Νικόδωρος, Μαντ[ία]ς. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύρι’ ἔστω συλέοντ[ες Ἀφροδισί]αν ὡς ἐλευ-
10 θέραν οὖσαν ἀζάμιοι καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ [Ἀπόλλωνος Ἄ]θαμβος,
Ἀμύντας καὶ ὁ ἄρχων Μελισσίων, ἰδιῶται Φίλων, Καλλίερος, Κλευφάνης.
Search Help