[ ]
Phokis — Delphi — 172 BC
1 | ἄρχοντος Αἰακίδα μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο Δεξικράτης Μνασιθέου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σόβαρον, |
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Σόβαρον τὰν ὠνὰν αὐσαυτᾶς τῶι Ἀπόλ<λ>ωνι, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
τὸμ πάντα χρόνον, ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Καλλικλῆς Τίμωνος Δελφός. ἐξέστω δέ, εἴ τις ἐφά- | |
πτοιτο Σοβάρου, συλῆν τὸν ἐντυγχάνοντα ὡς ἐλευθέραν οὖσαν Σόβαρον ἀζαμίωι ὄντι καὶ ἀνυποδίκωι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλ- | |
5 | λωνος Ἄθαμβος, Ἀμύντας καὶ οἱ ἄρχοντες Εὐκράτης, Ξενέας, Δαμοκράτης, ἰδιῶται Ἀρχέλας Πυθοφάνεος, Καλλίερος, Μαντίας Δαμοχάρεος Δελφοί. |