[ ]
Phokis — Delphi — 173 BC
1 | ἄρχοντος Σωσινίκου μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀμύντας Σωσία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον |
ὧι ὄνομα Πλάτωρ τὸ γένος Ἰταλόν, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Πλάτωρ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθε- | |
ρος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον· Κλεόδαμος | |
Κλέωνος. εἰ δέ τίς κα ἅπτηται Πλάτορος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀμύντας καὶ ὁ βεβαιωτὴρ | |
5 | Κλεόδαμος· εἰ δὲ μή, πράκτιμοι ὄντω Πλάτορί τε αὐτῶι καὶ ἄλλωι τῶι θέλοντι ὑπὲρ Πλάτορα κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες |
κύριοι ὄντω συλέοντες Πλάτορα ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας | |
καὶ οἱ ἄρχοντες Ἀνδρομένης, Ἀλκῖνος, Δρομοκλείδας, ἰδιῶται Κράτων, Καλλίερος, Μαντίας. |