SGDI II 1800
[ ] Phokis — Delphi — 173 BC
1 ἄρχοντος Σωσινίκου μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀμύντας Σωσία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον
ὧι ὄνομα Πλάτωρ τὸ γένος Ἰταλόν, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Πλάτωρ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθε-
ρος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον· Κλεόδαμος
Κλέωνος. εἰ δέ τίς κα ἅπτηται Πλάτορος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀμύντας καὶ ὁ βεβαιωτὴρ
5 Κλεόδαμος· εἰ δὲ μή, πράκτιμοι ὄντω Πλάτορί τε αὐτῶι καὶ ἄλλωι τῶι θέλοντι ὑπὲρ Πλάτορα κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
κύριοι ὄντω συλέοντες Πλάτορα ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας
καὶ οἱ ἄρχοντες Ἀνδρομένης, Ἀλκῖνος, Δρομοκλείδας, ἰδιῶται Κράτων, Καλλίερος, Μαντίας.
Search Help
Contact Us