[ ]
Phokis — Delphi — 173 BC
1 | ἄρχοντος Σωσινίκου μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Λάρισα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Μιθραδά[τ]ης τὸ γέ- |
νος, Καππάδοκα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Μιθραδάτης τῶι θεῶι τὰν ὠνάν. βεβαιωτὴρ κα[τ]ὰ τ[ὸ]ν νό- | |
μον [τ]ᾶς πόλιος· Μνάσων Ξένωνος Δελφός. παραμεινάτω δὲ Μιθραδάτης παρὰ Λάρισαν ἄχρι κα ζώη Λάρισα ἀνεγκλήτως [π]ο[ιέ]ων τὸ | |
ποτιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δὲ μὴ παραμείναι Μιθραδάτης ἢ μὴ ποέοι πᾶν τὸ πο[τ]ιτασσόμενον δυνατὸς ἐών, κυρία ἔσ[τ]ω Λάρισα κο- | |
5 | λάζουσα ὧι κα θέληι τρόπωι ἢ ὅν κα Λάρισα κελεύση, πλὰμ μὴ π<ω>λησάτω· εἰ δέ [τί] κα πάθη Λάρισα, ποιησάτω τὰ νομιζόμενα πάντα Μιθραδάτης ἐκ τῶν Λαρίσας |
ἐξ ὧν κα ἔχη βέλτισ{τισ}τα {²⁶βέλτιστα}²⁶ ἐν τῶι πρώτωι ἐνιαυτῶι, εἴ κα ὁ καιρὸς αὐτῶι ἐκποιῆ, καὶ εἴ τί κα ἦται περισσὸν τῶν Λαρίσας, αὐτὸς ἐχέτω, εἴ κα μὴ ὁ υἱὸς αὐτᾶς ἐπανέλθη· | |
εἰ δέ κα ἐπανέλθη πρὸ τοῦ τὰ νομιζόμενα συντελέσαι, παραδοὺ{ο}ς {²⁶παραδοὺς}²⁶ Μιθραδάτης τὰ Λαρίσας πάντα τ[ῶι] υἱῶι τῶι Λαρίσας ἐλεύθερος ἔστω· εἰ δέ κα μὴ παρα[γένη]- | |
ται, ποιήσας τὰ νομιζόμενα Μιθραδάτης ἐλεύθερος ἔστω καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρόνον, κυριεύων αὐτοσαυτοῦ καὶ ἀποτρέχων οἷς κα θέληι· εἰ [δέ τίς] | |
κα ἅπτηται Μιθραδάτεος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὁ βεβαιωτὴρ Μνάσων· εἰ δέ κα μὴ παρέχηι βέβαιον τῶ[ι θ]εῶι τὰν ὠνάν, [πράκτι]- | |
10 | μος ἔστω Μιθραδάτει τε αὐτῶι καὶ ἄλλωι τῶι θέλοντι ὑπὲρ Μιθραδάτη κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες Μιθραδάτην |
ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι οἱ συλέοντες πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ἀλκῖνος, Ἀνδρομένης, Δρομοκλείδας, | |
ἰδιῶται Μαντίας, Φρῦνος, Καλλείδας. |