[ ] Phokis — Delphi — 173 BC
1 ἄρχοντος Σωσινίκου μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Λάρισα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Μιθραδά[τ]ης τὸ γέ-
νος, Καππάδοκα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Μιθραδάτης τῶι θεῶι τὰν ὠνάν. βεβαιωτὴρ κα[τ]ὰ τ[ὸ]ν νό-
μον [τ]ᾶς πόλιος· Μνάσων Ξένωνος Δελφός. παραμεινάτω δὲ Μιθραδάτης παρὰ Λάρισαν ἄχρι κα ζώη Λάρισα ἀνεγκλήτως [π]οέ]ων τὸ
ποτιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δὲ μὴ παραμείναι Μιθραδάτης ἢ μὴ ποέοι πᾶν τὸ πο[τ]ιτασσόμενον δυνατὸς ἐών, κυρία ἔσ[τ]ω Λάρισα κο-
5 λάζουσα ὧι κα θέληι τρόπωι ἢ ὅν κα Λάρισα κελεύση, πλὰμ μὴ π<ω>λησάτω· εἰ δέ [τί] κα πάθη Λάρισα, ποιησάτω τὰ νομιζόμενα πάντα Μιθραδάτης ἐκ τῶν Λαρίσας
ἐξ ὧν κα ἔχη βέλτισ{τισ}τα {²⁶βέλτιστα}²⁶ ἐν τῶι πρώτωι ἐνιαυτῶι, εἴ κα ὁ καιρὸς αὐτῶι ἐκποιῆ, καὶ εἴ τί κα ἦται περισσὸν τῶν Λαρίσας, αὐτὸς ἐχέτω, εἴ κα μὴ ὁ υἱὸς αὐτᾶς ἐπανέλθη·
εἰ δέ κα ἐπανέλθη πρὸ τοῦ τὰ νομιζόμενα συντελέσαι, παραδοὺ{ο}ς {²⁶παραδοὺς}²⁶ Μιθραδάτης τὰ Λαρίσας πάντα τ[ῶι] υἱῶι τῶι Λαρίσας ἐλεύθερος ἔστω· εἰ δέ κα μὴ παρα[γένη]-
ται, ποιήσας τὰ νομιζόμενα Μιθραδάτης ἐλεύθερος ἔστω καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρόνον, κυριεύων αὐτοσαυτοῦ καὶ ἀποτρέχων οἷς κα θέληι· εἰ [δέ τίς]
κα ἅπτηται Μιθραδάτεος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὁ βεβαιωτὴρ Μνάσων· εἰ δέ κα μὴ παρέχηι βέβαιον τῶ[ι θ]εῶι τὰν ὠνάν, [πράκτι]-
10 μος ἔστω Μιθραδάτει τε αὐτῶι καὶ ἄλλωι τῶι θέλοντι ὑπὲρ Μιθραδάτη κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες Μιθραδάτην
ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι οἱ συλέοντες πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ἀλκῖνος, Ἀνδρομένης, Δρομοκλείδας,
ἰδιῶται Μαντίας, Φρῦνος, Καλλείδας.
Search Help
Contact Us