[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Κλέωνος μηνὸς Ποιτροπίου, ἐπὶ
τοῖσδε ἀπέδοτο Πατρὼ Δείνωνος Δελ-
φὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι-
κεῖον ἇι ὄνομα Καριὰς τὸ γένος Ἐλυμαίαν, τιμᾶς
5 ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Κα-
ριὰς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέ[ρ]α
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα
βίον, ποέουσα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νό-
μον τᾶς πόλιος· Μενέστρατος Εὐχαρίδα Δελ-
10 φός. μάρτ[υ]ρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύν-
τας, Ταραντῖνος καὶ τῶν ἀρχόντων Ἧρυς, ἰδι-
ῶται Δαμοσθένης, Πράξων, Λυκίδας, Μενε-
κράτης, Μαντίας, Κλεύδαμος.
Search Help