[ ] Phokis — Delphi — 174 BC
1 ἄρχοντος Ἀρχέλα μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο Θεύφιλος Εὐάρχου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Πρόθυμος τὸ γένος Καππάδο-
κα, τιμᾶς ἀγυρίου μνᾶν τεττάρων, καθὼς ἐπίστευσε Πρόθυμος τῶι θεῶι τὰν ὠνάν. βεβαιωτὴρ κατὰ τὸν νόμον· Καλλικλῆς Τίμωνος Δελφός. παραμεινάτω δὲ [Π]ρό-
θυμος παρὰ Θεύφιλον ἄχρι κα ζώη Θεύφιλος, ποιέων τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δέ κα μὴ παραμείνη ἢ μὴ ποιῆ [τὸ πο]τιτασσόμενον δυνατὸς [ἐ]ών, κύριος ἔστω
Θεύφιλος κολάζων ὧι κα θέληι τρόπωι ἢ ὅ κα Θεύφιλος κελεύση. ἐπεὶ δέ κα τελευτάσηι Θεύφιλος, ἐλεύθερος ἔστω Πρόθυμος κυριεύων αὐτοσαυτοῦ καὶ ποιέων ὅ κα θέληι κα[ὶ] ἀπο-
5 TRE/XWN OI(=S KA QE/LHI, POIH/SAS TA\ NOMIZO/MENA TA\ E)N TA\N TAFA\N KAI\ A)LLAQEA/DAS, KAQW\S E)PI/STEUSE TW=I QEW=I TA\N W)NA/N. EI) DE/ TI/S KA A(/PTHTAI *PROQU/MOU E)PI\ KADOULI-
σμῶι τελευτάσαντος Θευφίλου, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὁ βεβαιωτ<ὴ>ρ Καλλικλῆς κατὰ τὸν νόμον. εἰ δέ κα μὴ παρέχηι βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πράκτι-
μος ἔστω Προθύμωι τε αὐτῶι καὶ ἄλλωι τῶι θέλοντι ὑπὲρ Πρόθυμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύ[ρ]ιοι ἐόντων συλέοντες ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπό-
δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Ταραντῖνος, Καλλίας, Ἀρχέλαος, ἰδιῶται Χάρης, Καλλίερος, Μαντίας.
Search Help
Contact Us