[ ] Phokis — Delphi — 174 BC
1 ἄρχοντος Ἀρχέλα μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο Θεύφιλος Εὐάρχου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Πρόθυμος τὸ γένος Καππάδο-
κα, τιμᾶς ἀγυρίου μνᾶν τεττάρων, καθὼς ἐπίστευσε Πρόθυμος τῶι θεῶι τὰν ὠνάν. βεβαιωτὴρ κατὰ τὸν νόμον· Καλλικλῆς Τίμωνος Δελφός. παραμεινάτω δὲ [Π]ρό-
θυμος παρὰ Θεύφιλον ἄχρι κα ζώη Θεύφιλος, ποιέων τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δέ κα μὴ παραμείνη ἢ μὴ ποι[τὸ πο]τιτασσόμενον δυνατὸς [ἐ]ών, κύριος ἔστω
Θεύφιλος κολάζων ὧι κα θέληι τρόπωι ἢ ὅ κα Θεύφιλος κελεύση. ἐπεὶ δέ κα τελευτάσηι Θεύφιλος, ἐλεύθερος ἔστω Πρόθυμος κυριεύων αὐτοσαυτοῦ καὶ ποιέων ὅ κα θέληι κα[ὶ] ἀπο-
5 τρέχων οἷς κα θέληι, ποιήσας τὰ νομιζόμενα τὰ ἐν τὰν ταφὰν καὶ ἀλλαθεάδας, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Προθύμου ἐπὶ καδουλι-
σμῶι τελευτάσαντος Θευφίλου, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὁ βεβαιωτ<ὴ>ρ Καλλικλῆς κατὰ τὸν νόμον. εἰ δέ κα μὴ παρέχηι βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πράκτι-
μος ἔστω Προθύμωι τε αὐτῶι καὶ ἄλλωι τῶι θέλοντι ὑπὲρ Πρόθυμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύ[ρ]ιοι ἐόντων συλέοντες ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπό-
δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Ταραντῖνος, Καλλίας, Ἀρχέλαος, ἰδιῶται Χάρης, Καλλίερος, Μαντίας.
Search Help
Contact Us