[ ]
Phokis — Delphi — 175 BC
1 | [στ]ραταγέοντος τῶν Αἰτωλῶν Ἀρχεδάμου Φόλα τὸ τρίτον μηνὸς Βουκατίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἀρχελάου μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Λαμπρίας |
Παγκλέος Ὀμιαιάδας {²⁷Ὀμιλιάδας?}²⁷ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ὀλβία ἃμ πρότερον ἐπρίατο παρὰ Τελεσαγόρου καὶ {Αρ} Ἀριστοβούλας, τιμᾶς | |
ἀργυρίου μνᾶν τεττάρων, καθὼς ἐπίστε[υ]σε Ὀλβία τῶ θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρό- | |
νον, ποιοῦσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Ξενέας Βαβύλου Δελφός. εἰ δέ τίς κα ἅπτηται Ὀλβίας ἐπὶ καταδου- | |
5 | λισμῶι, ὑπόδικος ἔστω Ὀλβίαι. καὶ ὁμοίως βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀπο[δ]όμενος Λαμπρίας καὶ ὁ βεβαιωτὴρ Ξενέας· εἰ δέ κα μὴ παρέχωντι βέβαιον τὰν ὠ- |
νὰν τῶι θεῶι, ὑπόδικοι ἐόντω κατὰ τοὺς νόμους αὐτᾶι τε Ὀλβίαι καὶ ἄλλωι τῶι θέλοντι ὑπὲρ Ὀλβίαν. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύρι’ ὄντω συλέοντες | |
Ὀλβίαν ἐλευθέραν οὖσαν καὶ ἐνδικαζόμενοι ἀζάμιοι [ὄ]ντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλ<λ>ωνος Ἄθαμβος, Ἀμύντας καὶ τοὶ ἄρ- | |
χοντες Βούλων, Μελισσίων, Ξένων. |