[ ] Phokis — Delphi — 175 BC
1 [στ]ραταγέοντος τῶν Αἰτωλῶν Ἀρχεδάμου Φόλα τὸ τρίτον μηνὸς Βουκατίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἀρχελάου μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Λαμπρίας
Παγκλέος Ὀμιαιάδας {²⁷Ὀμιλιάδας?}²⁷ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ὀλβία ἃμ πρότερον ἐπρίατο παρὰ Τελεσαγόρου καὶ {Αρ} Ἀριστοβούλας, τιμᾶς
ἀργυρίου μνᾶν τεττάρων, καθὼς ἐπίστε[υ]σε Ὀλβία τῶ θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρό-
νον, ποιοῦσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Ξενέας Βαβύλου Δελφός. εἰ δέ τίς κα ἅπτηται Ὀλβίας ἐπὶ καταδου-
5 λισμῶι, ὑπόδικος ἔστω Ὀλβίαι. καὶ ὁμοίως βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀπο[δ]όμενος Λαμπρίας καὶ ὁ βεβαιωτὴρ Ξενέας· εἰ δέ κα μὴ παρέχωντι βέβαιον τὰν ὠ-
νὰν τῶι θεῶι, ὑπόδικοι ἐόντω κατὰ τοὺς νόμους αὐτᾶι τε Ὀλβίαι καὶ ἄλλωι τῶι θέλοντι ὑπὲρ Ὀλβίαν. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύρι’ ὄντω συλέοντες
Ὀλβίαν ἐλευθέραν οὖσαν καὶ ἐνδικαζόμενοι ἀζάμιοι [ὄ]ντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλ<λ>ωνος Ἄθαμβος, Ἀμύντας καὶ τοὶ ἄρ-
χοντες Βούλων, Μελισσίων, Ξένων.
Search Help
Contact Us