[ ] Phokis — Delphi — 176/175 BC
1 ἄρχοντος Ξενοχάρεος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρχιάδας Δεξιθέου Δελφὸς τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Φίλαγρος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, καθὼς ἐπίστευ-
σε Φίλαγρος τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χ[ρ]όνον,
ποιῶν ὅ κα θέλη [κ]αὶ ἀπ[ο]τρέχων οἷς κα θέλη. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἀλκῖνος, Κλέων Δίω[ν]ος. εἰ δέ τίς κα ἅπτη-
5 ται Φιλάγρου, βέβαιον παρε[χ]όντω τὰν ὠ[ν]ὰν τῶ θεῶ ὅ τε ἀποδόμενος Ἀρχιάδας καὶ οἱ βεβαιωτῆρες Ἀλκῖνος, Κλέων·
εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ὄντω κατὰ τὸν νόμον Φιλάγρω τε αὐτῶ καὶ ἄλλω τῶ θέλοντι. μάρτυρες· οἱ ἱερεῖς
Ἄθαμβος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ἀνδρόνικος Δρομοκλείδας, Ἀλκῖνος, ἰδιῶται Αἰακίδας Φιλαιτώλου.
Search Help
Contact Us