[ ]
Phokis — Delphi — 176/175 BC
1 | ἄρχοντος Ξενοχάρεος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρχιάδας Δεξιθέου Δελφὸς τῶι Ἀπόλ- |
λωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Φίλαγρος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, καθὼς ἐπίστευ- | |
σε Φίλαγρος τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χ[ρ]όνον, | |
ποιῶν ὅ κα θέλη [κ]αὶ ἀπ[ο]τρέχων οἷς κα θέλη. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἀλκῖνος, Κλέων Δίω[ν]ος. εἰ δέ τίς κα ἅπτη- | |
5 | ται Φιλάγρου, βέβαιον παρε[χ]όντω τὰν ὠ[ν]ὰν τῶ θεῶ ὅ τε ἀποδόμενος Ἀρχιάδας καὶ οἱ βεβαιωτῆρες Ἀλκῖνος, Κλέων· |
εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ὄντω κατὰ τὸν νόμον Φιλάγρω τε αὐτῶ καὶ ἄλλω τῶ θέλοντι. μάρτυρες· οἱ ἱερεῖς | |
Ἄθαμβος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ἀνδρόνικος Δρομοκλείδας, Ἀλκῖνος, ἰδιῶται Αἰακίδας Φιλαιτώλου. |