[ ] Phokis — Delphi — 170-157/156 BC
1 στραταγέοντος τῶν Φωκέων Ἀριστοτέλεος Τειθρω-
ν[ί]ου μηνὸς ἑβδόμου, ἐν Δε[λ]φοῖς δὲ ἄρχ[ο]ντος Ξενέα μηνὸς
Ἐνδυσποιτροπίου, ἐπὶ [τοῖσ]δε ἀπέδοτο Ἁγίας Πολυξένου Λιλ<αιεὺς>
[τ]ῶι Ἀπόλ<λ>ωνι τῶι Πυθίωι σώματα δύο, ἀνδρεῖον καὶ γυναικεῖ-
5 ον, οἷς ὀνόματα Στρατονίκα καὶ Στρατόνικος, τιμᾶς ἀργυρίου
μνᾶν δύο ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς
ἐπίστευσαν Στρατονίκα καὶ Στρατόνικος τῶι θ[ε]ῶι
τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶμεν καὶ ἀνέφ[α]πτοι
ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέοντες ὅ κα θέλωντι καὶ
10 ἀποτρέχοντες οἷς κα θέλωντι. βεβαιωτήρ· Εὐξίας Ξενοφῶ-
ν<τ>ος, κατὰ τὸν νόμον. εἰ δέ τίς κα ἅπτηται Στρατονίκας
ἢ Στρατονίκου, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀ-
ποδόμενος Ἁγίας καὶ ὁ βεβαιωτὴρ Εὐξίας· εἰ δέ κα μὴ παρέ-
χωντι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ
15 οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Στρατο-
νίκαν καὶ Στρατόνικον ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι
ἐόντες καὶ ἀνυπόδικοι πάσα[ς] δίκας καὶ ζαμίας.
μάρτυρες· τῶν ἀρχ[ό]ντων Πολύων Τιμοκλεῦς, Ξένων
Ἀτεισίδα Δελφοί· Ἀμυνέας Κρίτωνος, Ἀριστογένης
20 Νικέα, Πολύγνωτος Πολυξένου, Τιμοκράτης Ξένωνος,
Νικάνωρ Ἀγεμάχου Λιλαιεῖς.
Search Help
Contact Us