[ ] Phokis — Delphi — 170 BC
1 ἄρχοντος Λαιάδα μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀμύντας
Σωσία Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Γλαυκίας,
ὃ ἐπρίατο παιδάριον παρὰ Χαίριδος καὶ Εὐκαρπίδα Λεπαδέων, τιμᾶς ἀργυρίου μνᾶν
πέντε, καὶ τὰν τιμὰν ἔχει· βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἄθαμβος Ἀθανίωνος,
5 Ἀνδρόνικος Πατρέα Δελφοί· ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν Γλαυκίαν καὶ ἀνέφαπτον
[ἀ]πὸ πάντων τὸμ πάντα βίον καὶ ποιεῖν Γλαυκίαν ὅ κα θέληι αὐσαυτοῦ κυριεύοντα
καὶ ὄντα ἐλεύθερον, καθὼς ἐπίστευσε Γλαυκίας τὰν ὠνὰν τῶι Ἀπόλλωνι
τῶι Πυθί<ωι>. κατενενκάτω δὲ Γλαυκίας τὸν ἔρανον, τὸν συνᾶξαν Ἄθαμβος καὶ Εὐα-
γόρας, τὸ ἥμισσον φέρων κατὰ τετράμηνον, στατῆρας πέντε καὶ δέκ’ ὀβολούς,
10 ἐπὶ τὸ Ἀμύντα ὄνομα, ἄχρι κα λήξη ὁ ἔρανος· εἰ δέ κα μὴ κατενέγκη, ἄκυρος ἔστω
ἁ ὠνά. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος
καὶ οἱ ἄρχοντες Ἀριστίων, ἰδιῶται Ἀρχέλα[ο]ς Πραόχου,
Ἀρχέλαος Θηβαγόρα, Κλέων Δίωνος, Καλλίερος.
Search Help