[ ] Phokis — Delphi — 170/169 BC
1 ἄρχοντος Λαιάδα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ζώπυρος
Νίκωνος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο-
μα Πύῤῥος, τιμᾶς ἀργυρίου στατήρων εἴκοσι, καὶ τὰν τιμὰν ἔχει πᾶσαν,
καθὼς ἐπίστευσε Πύῤῥος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν
5 καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀπο-
TRE/XWN OI(=S KA QE/LHI. BEBAIWTH\R KATA\ TO\N NO/MON: *POLU/WN *SI/MWNOS
Δελφός. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος,
ἰδιῶται Δάμων Δεξώνδα, Ἀρχέλαος Πυθοφάνεος, Ἄσανδρος
Δι[ονυ]σίου, {Εὐκλ} Εὐκλείδας Κ<αλλ>ε[ίδα].
Search Help
Contact Us