SGDI II 1789
[ ] Phokis — Delphi — 170/169 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Ἀγελάου μηνὸς Δίου,
ἐν Δελφοῖς δὲ ἄρχοντος Λαιάδα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Πραξίδαμος Κράτητος Ἀμφισσεὺς σώματα γυναικεῖα
δύο αἷς ὀνόματα Δαζίμα καὶ Ἡσύχιον τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς
5 ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, ὥστε ἐλευθέρας
εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα χρόνον, καθὼς ἐπί-
στευσαν τὰν ὠνὰν τῶι θεῶι, διατριβούσας εἷ κα αὐ[τ]αὶ θέλωντι.
βεβαιωτὴρ κατὰ τὸν νόμον· Λυσίπονος Ἀμφισσεύς. μάρτυρες· οἱ ἄρ-
χοντες Βάκχιος, Ἀριστίων, Ἀμυνέας, ἰδιῶται Πραξίας, Ἀστόξενος
10 Δελφοί, Κλεύμαχος Χαραδραῖος, Μνασίδαμος, Εὔνικος, Εὐκλείδας,
Ἀρχέδαμος Ἀμφισσεῖς.
Search Help
Contact Us