[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Θευξένου μηνὸς Ἀμαλίου, ἀπέδοτο
Πάσιχον Μνάσωνος, συνεπευδοκέοντος Ξένω-
νος τοῦ Πειθαγόρα, τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα ἀνδρῆον ὧι ὄνομα Σωσίας, τιμᾶς ἀργυρίου
5 μνᾶν τριῶν καὶ ἡμιμναίου,
καὶ τὰν τιμὰν ἔχει πᾶσαν,
καθὼς ἐπίστευσε Σωσίας
τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε
ἐλεύθερος εἶμεν καὶ ἀνέφα-
10 πτος ἀπὸ πάντων τὸν πάν-
τα βίον, ποιῶν ὅ κα θέληι. βε-
βαιωτὴρ κατὰ τὸν νόμον
τᾶς πόλιος· Ἐκέφυλος Ἁγίω-
νος κελεύοντος Ξένωνος
15 τοῦ Πειθαγόρα. μάρτυρες· Τα-
ραντῖνος ὁ ἱερεὺς τοῦ Ἀπόλ-
λωνος· Πάτρων, Μένης, Φίλων,
Θε{υ}όξενος {²⁶Θεόξενος}²⁶, Ὀρθαγόρας καὶ
τοὶ ἄρχοντες Φιλοκράτης,
20 Πολέμαρχος, Ἄρχων.
Search Help