SGDI II 1783
[ ] Phokis — Delphi — 170-157/156 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν
Παναιτώλου, ἐν Δελφοῖς δὲ ἄρ[χ]ον-
τος Ξενέα μηνὸς Ἡ[ρα]ίου, ἐπὶ τοῖσδε ἀπέ-
δοτο Νίκαιος Νεί[κ]ωνος Ἐριναῖος τῶι
5 Ἀπόλλωνι τῶι Πυθ[ί]ωι σῶμα γυναικεῖ-
ον ἇι ὄνομα Κλε[α]γ[όρ]α, τιμᾶς ἀργυρίου
μνᾶν τ[ε]σσάρω[ν], κ[α]ὶ τὰν τιμὰν ἔχει,
καθὼς ἐπίστευ[σε Κ]λεαγόρα τῶι
θεῶι· τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθ<έ>ραν εἶ-
10 μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων
τὸμ πάντα βίον, πο[ιέ]ουσα ὅ κα θέλη
καὶ ἀποτρέχουσα οἷς κα θ[έ]ληι.
βεβα[ι]ωτῆρες κατὰ τ[ὸν ν]όμον· Φερέν[ικο]ς
Νικοβούλου, Σωκράτ[ης] Κλεωνύμου
15 Ἐριναῖοι. εἰ δέ τίς κα ἅπτ[ητ]αι Κλεαγόρ[ας]
ἐπὶ καταδουλισμῶι, βέ[βαιο]ν παρεχόν-
των τῶι θεῶι τὰν ὠν[ὰ]ν ὅ τε ἀπο-
δόμενος Νίκαιος καὶ οἱ [βε]βαιωτῆρες
Φερένικος καὶ Σωκράτης· εἰ δέ κα μὴ πα-
20 ρέχωντι, πράκτιμοι ἐόντων κατὰ
τὸν νόμον· ὁμοί[ω]ς δὲ καὶ οἱ πα[ρ]α-
τυγχάνοντες κύριοι ὄντων
συλέοντες ὡς ἐλευθέρα[ν] οὖσα-
ν {οὖσαν} ἀζάμιοι ἐόντες καὶ ἀνυ-
25 πόδικοι πάσας δίκας κα[ὶ] ζαμίας.
μάρτυρες· τοὶ ἱερεῖς τοῦ [Ἀ]πόλλω-
νος Ἀμύντας, Ταραντῖ[ν]ος· Ἀριστ-
οκράτης· Κλέων, Ἀρχέλαος,
Εὐκλείδας Δελφο[ί].
Search Help
Contact Us