[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ξενέα μηνὸς Βοαθοίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστοκλῆς Σω[․․․(․)]α τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
μα ἀνδρεῖον ὧι ὄνομα Σωτίων, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε
Σωτίων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τ[ὸ]μ πάντα βίον, ποι-
ῶν ὅ κα θέλη. βεβα[ιωτ][ρ κα]τὰ τοὺς νόμους· Ἁρμόδαμος Πολεμάρχου. βέβαιον δὲ παρεχέτωσαν τ[ὰ]ν ὠνὰν
5 τῶι θεῶι ὅ τε ἀποδόμενος Ἀριστοκλῆς καὶ ὁ βεβαιωτὴρ Ἁρμόδαμος. εἰ δέ τις ἐφάπτοιτο Σωτίωνος, κ[ύ]ριος
ἔστω [ὁ π]αρατυνχάνων συλέων ὡς ἐλεύθερον ὄντα Σωτίωνα ἀζάμιος [ἐ]ὼν πάσας δίκας
καὶ [ζα]μίας. μ[ά]ρτυ[ρε]ς· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἀριστοκρά-
της, Ἀρχίας, Δαμοφάνης, ἰδιῶται Ἀστόξενος Διονυσίου, Εὐκράτης
Καλλίκωνος, Ἄθανβος Ἀθανίωνος, Ἀπολλόδωρος
10 Σωπάτρου.
Search Help