[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Ξενέα μηνὸς Βοαθοίου, ἐπὶ τοῖσδε ἀπέδοτο Φίλων Διοσκουρίδα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- |
| κεῖον ἇι ὄνομα Σύριον, τιμᾶς ἀργυρίου μνᾶ[ν] τριῶν, καθὼς ἐπίστευσε Σύριον τὰν ὠνὰν τῶι θεῶι. βεβαιωτ[ὴ]ρ κατὰ τοὺς | |
| νόμους· Ἀστόξενος Διονυσίου. εἰ δέ τις ἐνάπτοιτο Συρίου, κύριος ἔσ[τ]ω ὁ [θέ]λων συλέων ἐ[π’] ἐλευθερία[ν] καὶ ὁ βε- | |
| βαιωτὴρ βεβα[ι]ούτω. παραμεινάτω δὲ Σύριον παρὰ Φίλωνα ἄχρι κα ζῆ Φίλων ποιοῦσα τὰ δυνατὰ πάντα καὶ νυ- | |
| 5 | κτὸς καὶ ἁμέρας. μάρτυροι· οἱ ἱερε[ῖ]ς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ἀριστοκράτης, Ἀρχίας, |
| Δαμοφάνης, ἰδιῶται [Νίκων?] Θεοξένου, Εὐάνγελος Πάτρωνος, Ἀπολλόδωρος Σωπ[άτρ]ου, Ἰατάδας Πάτρωνος. |