[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ξενέα μηνὸς Βοαθοίου, ἐπὶ τοῖσδε ἀπέδοτο Φίλων Διοσκουρίδα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι-
κεῖον ἇι ὄνομα Σύριον, τιμᾶς ἀργυρίου μνᾶ[ν] τριῶν, καθὼς ἐπίστευσε Σύριον τὰν ὠνὰν τῶι θεῶι. βεβαιωτ[ὴ]ρ κατὰ τοὺς
νόμους· Ἀστόξενος Διονυσίου. εἰ δέ τις ἐνάπτοιτο Συρίου, κύριος ἔσ[τ]ω ὁ [θέ]λων συλέων ἐ[π’] ἐλευθερία[ν] καὶ ὁ βε-
βαιωτὴρ βεβα[ι]ούτω. παραμεινάτω δὲ Σύριον παρὰ Φίλωνα ἄχρι κα ζῆ Φίλων ποιοῦσα τὰ δυνατὰ πάντα καὶ νυ-
5 κτὸς καὶ ἁμέρας. μάρτυροι· οἱ ἱερε[ῖ]ς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ἀριστοκράτης, Ἀρχίας,
Δαμοφάνης, ἰδιῶται [Νίκων?] Θεοξένου, Εὐάνγελος Πάτρωνος, Ἀπολλόδωρος Σωπ[άτρ]ου, Ἰατάδας Πάτρωνος.
Search Help
Contact Us