[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Κλέωνος μηνὸς Ἡρακλείου, ἀπέδοτο Πραξὼ Ἐμμενίδα σῶμα γυναικεῖον
ἇι ὄνομα Λείριον τῶι Ἀπόλλωνι τῶ Πυθίω, συνευδοκέοντος Πραξία, καθὼς ἐπίστευσε
Λίριον τῶ θεῶ τὰν ὠνάν, ὥστε ἐλευθέραν εἶμεν τὸν πάντα χρόνον, ποιοῦσαν ὅ κα θέ[λ]η,
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τὸν νόμον· Βάχιος
5 Ἄγρωνος. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας Εὐδώρου, Ταραντῖνος Ἄρχωνος,
τῶν ἀρχόντων Ξένων Βούλωνος, ἰδιῶται Ἀνδρόνικος, Θευδωρίδας, Ἵππων, Ἧρυς, Πολύκλειτος, Καλλίερος.
Search Help
Contact Us