[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Κλέωνος μηνὸς Ποιτροπίου τοῦ πρώτου, ἀπέ[δο]τ[ο] Εὐθύδαμος |
Εὐθυμάχου καὶ Πολύκριτος Εὐθυδάμου Ἀμφισσεῖς Γλαυκίαν τὸν ἴδιον [π]αῖδα τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι, ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχοντι, καθὼς ἐπίστε[υ]σ[ε] Γλαυκίας τῶι | |
Ἀπόλλωνι τὰν ὠνὰν αὐτοσαυτῶι, ἐφ’ ὅτωι εἶμεν ἐλεύθερος καὶ ἀνέφαπτο[ς ἀπ]ὸ πάντων τὸν | |
5 | πάντα χρόνον. εἰ δέ τις καταδουλίζοιτο Γλαυκίαν, κύριος ἔστω ὁ παρατυχὼν σ[υλέ]ων Γλαυκίαν |
ἐπ’ ἐλευθερίαν. βεβαιωτήρ· Πολύκριτος. μάρτυροι· Καλλίας, Πασίων· Ἀμύντας· Κα[λλ]ίερος, Λαιάδας, | |
Νίκων, Σωκράτης. |