SGDI II 1777
[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος ἐν Δελφοῖς Κλέωνος μηνὸς Ποιτροπίου τοῦ πρώτου, ἀπέ[δο]τ[ο] Εὐθύδαμος
Εὐθυμάχου καὶ Πολύκριτος Εὐθυδάμου Ἀμφισσεῖς Γλαυκίαν τὸν ἴδιον [π]αῖδα τῶι Ἀπόλλωνι
τῶι Πυθίωι, ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχοντι, καθὼς ἐπίστε[υ]σ[ε] Γλαυκίας τῶι
Ἀπόλλωνι τὰν ὠνὰν αὐτοσαυτῶι, ἐφ’ ὅτωι εἶμεν ἐλεύθερος καὶ ἀνέφαπτο[ς ἀπ]ὸ πάντων τὸν
5 πάντα χρόνον. εἰ δέ τις καταδουλίζοιτο Γλαυκίαν, κύριος ἔστω ὁ παρατυχὼν σ[υλέ]ων Γλαυκίαν
ἐπ’ ἐλευθερίαν. βεβαιωτήρ· Πολύκριτος. μάρτυροι· Καλλίας, Πασίων· Ἀμύντας· Κα[λλ]ίερος, Λαιάδας,
Νίκων, Σωκράτης.
Search Help
Contact Us