[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | [ἄρ]χοντος Θευξέ[νου μη]- |
[νὸ]ς Ἐνδυσποιτροπ[ίου, ἐπὶ] | |
[τ]οῖσδε ἀπέδοτο Ἀστύοχος | |
[Γ]νωσιλάου Δελφός, συνεπαινεόν- | |
5 | των καὶ τῶν ὑῶν αὐτοῦ Γνωσιλάου |
καὶ Ἀριστάρχου, τῶι Ἀπόλλωνι τῶι | |
Πυθίωι σώματα τέσσαρα οἷς ὀνόματ[α] | |
Πυῤῥίας, Ὄνασος, Παρθένιον, Ἀριστ[ώ], | |
ἕκαστον τούτων τειμᾶς ἀργυ[ρίου] | |
10 | μνᾶν τριῶν, καθὼς ἐπίστ[ευσαν] |
Πυῤῥίας, Ὄνασος, Παρθένιον, Ἀρι[στὼ] | |
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐ[λεύθε]- | |
ροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ π[άντων] | |
τὸν πάντα βίον. βεβαιωτὴρ κα[τὰ τὸν] | |
15 | νόμον· Νικόμαχος Δεξίππου Δελφός. |
παραμεινάντων δὲ Πυῤῥίας, Ὄνασος | |
καὶ Παρθένιον καὶ Ἀριστὼ παρὰ Ἀστύοχον | |
ἄχρι κα ζώη Ἀστύοχος, ποιέοντες τὸ πο- | |
τιτασ(σ)όμενον πᾶν τὸ δυνατὸν ἀνενκλή- | |
20 | τως· εἰ δέ τί κα μὴ ποιήσωντι τῶν ποτι- |
τασσομένων ὑπὸ Ἀστυόχου καθὼς γέ- | |
γραπται δυνατοὶ ἐόντες, ἐξέστω Ἀστυό- | |
χωι κολάζειν τὸμ μὴ ποιέοντα τὸ ποτι- | |
τασσόμενον καθώς κα αὐτὸς θέληι καὶ [ἄλ]- | |
25 | λωι ὑπὲρ Ἀστύοχον ὅν κα Ἀστύοχος κελεύ- |
σηι ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πά- | |
σας δίκας καὶ ζαμίας· εἰ δέ τί κα πάθηι Ἀστύ- | |
οχος, ἐλεύθεροι ἐόντων Πυῤῥίας, Ὄνασος, | |
Παρθένιον, Ἀριστὼ κυριεύοντες αὐτοσαυ- | |
30 | τῶν καὶ ποιέοντες ὅ κα θέλωντι καὶ ἀπο- |
τρέχοντες οἷς κα θέλωντι, καθὼς ἐπίστε[υ]- | |
σαν τῶι θεῶι τὰν ὠνάν· εἰ δέ τίς κα ἅπτητα[ι] | |
ἐπὶ καταδουλισμῶι Πυῤῥία ἢ Ὀνάσου ἢ Παρθ[ε]- | |
νίου ἢ Ἀριστοῦς τελευτάσαντος Ἀστυ- | |
35 | όχου, βέβαιον παρεχέτω {ι} ὁ βεβαιωτὴρ τῶι |
θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίω[ς] | |
δὲ καὶ οἱ παρατυ[γ]χάνοντες κύριοι ἐόντων σ[υ]- | |
λέοντες ὡς ἐλευθέρους ὄντας ἀζάμιοι ἐ- | |
όντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμί- | |
40 | ας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος |
Ἀμύντας καὶ Ταραντῖνος καὶ οἱ ἄρχοντες | |
Πολέμαρχος Παυσανία, Ἄρχων Νικοβούλου, | |
Φιλοκράτης Ξένωνος, ἰδιῶται Κ<λ>εύξενος, | |
Ἰατάδας, Μένης, Εὐκλείδας, Τιμόκριτος, | |
45 | Ξεναγόρας Εὐκλείδα. |