[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | [ἄρ]χοντος Θευξέ[νου μη]- |
| [νὸ]ς Ἐνδυσποιτροπ[ίου, ἐπὶ] | |
| [τ]οῖσδε ἀπέδοτο Ἀστύοχος | |
| [Γ]νωσιλάου Δελφός, συνεπαινεόν- | |
| 5 | των καὶ τῶν ὑῶν αὐτοῦ Γνωσιλάου |
| καὶ Ἀριστάρχου, τῶι Ἀπόλλωνι τῶι | |
| Πυθίωι σώματα τέσσαρα οἷς ὀνόματ[α] | |
| Πυῤῥίας, Ὄνασος, Παρθένιον, Ἀριστ[ώ], | |
| ἕκαστον τούτων τειμᾶς ἀργυ[ρίου] | |
| 10 | μνᾶν τριῶν, καθὼς ἐπίστ[ευσαν] |
| Πυῤῥίας, Ὄνασος, Παρθένιον, Ἀρι[στὼ] | |
| τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐ[λεύθε]- | |
| ροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ π[άντων] | |
| τὸν πάντα βίον. βεβαιωτὴρ κα[τὰ τὸν] | |
| 15 | νόμον· Νικόμαχος Δεξίππου Δελφός. |
| παραμεινάντων δὲ Πυῤῥίας, Ὄνασος | |
| καὶ Παρθένιον καὶ Ἀριστὼ παρὰ Ἀστύοχον | |
| ἄχρι κα ζώη Ἀστύοχος, ποιέοντες τὸ πο- | |
| τιτασ(σ)όμενον πᾶν τὸ δυνατὸν ἀνενκλή- | |
| 20 | τως· εἰ δέ τί κα μὴ ποιήσωντι τῶν ποτι- |
| τασσομένων ὑπὸ Ἀστυόχου καθὼς γέ- | |
| γραπται δυνατοὶ ἐόντες, ἐξέστω Ἀστυό- | |
| χωι κολάζειν τὸμ μὴ ποιέοντα τὸ ποτι- | |
| τασσόμενον καθώς κα αὐτὸς θέληι καὶ [ἄλ]- | |
| 25 | λωι ὑπὲρ Ἀστύοχον ὅν κα Ἀστύοχος κελεύ- |
| σηι ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πά- | |
| σας δίκας καὶ ζαμίας· εἰ δέ τί κα πάθηι Ἀστύ- | |
| οχος, ἐλεύθεροι ἐόντων Πυῤῥίας, Ὄνασος, | |
| Παρθένιον, Ἀριστὼ κυριεύοντες αὐτοσαυ- | |
| 30 | τῶν καὶ ποιέοντες ὅ κα θέλωντι καὶ ἀπο- |
| τρέχοντες οἷς κα θέλωντι, καθὼς ἐπίστε[υ]- | |
| σαν τῶι θεῶι τὰν ὠνάν· εἰ δέ τίς κα ἅπτητα[ι] | |
| ἐπὶ καταδουλισμῶι Πυῤῥία ἢ Ὀνάσου ἢ Παρθ[ε]- | |
| νίου ἢ Ἀριστοῦς τελευτάσαντος Ἀστυ- | |
| 35 | όχου, βέβαιον παρεχέτω {ι} ὁ βεβαιωτὴρ τῶι |
| θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίω[ς] | |
| δὲ καὶ οἱ παρατυ[γ]χάνοντες κύριοι ἐόντων σ[υ]- | |
| λέοντες ὡς ἐλευθέρους ὄντας ἀζάμιοι ἐ- | |
| όντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμί- | |
| 40 | ας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος |
| Ἀμύντας καὶ Ταραντῖνος καὶ οἱ ἄρχοντες | |
| Πολέμαρχος Παυσανία, Ἄρχων Νικοβούλου, | |
| Φιλοκράτης Ξένωνος, ἰδιῶται Κ<λ>εύξενος, | |
| Ἰατάδας, Μένης, Εὐκλείδας, Τιμόκριτος, | |
| 45 | Ξεναγόρας Εὐκλείδα. |