[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχ[οντος Θευξένου]
μηνὸς [Ἐνδυσποιτροπί]-
ου, ἐπὶ τοῖσδε ἀπέ[δοτο] Κλευ[νίκα]
Ἀρχελάου Δελφὶς τῶι Ἀπόλλωνι τῶ[ι Πυ]-
5 θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Πραξι[νικίς],
τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίσ[τευ]-
σε Πραξινικὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλε[υ]-
θέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν[τα]
βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἄρχων Νικο-
10 βούλου, Εὐκλείδας Δελφοί. παραμεινάτω δὲ Πραξι-
νικὶς παρὰ {ρα} Κλευνίκαν, ἄχρι κα ζώη Κλευνίκα, ἔν-
δω μένουσα, ποιέουσα τὸ ποτιτασ<σ>όμενον πᾶν τὸ
δυνατὸν ἀνενκλήτως· εἰ δέ τί κα μὴ ποιήση τῶ-
ν ποτιτασ<σ>ομένων ὑπὸ Κλευνίκας καθὼς γέγρα-
15 πται [δ]υνατὰ ἐοῦσα, ἐξέστω Κλευνίκα κολάζειν
καθώς κα αὐτὰ θέληι καὶ ἄλλωι ὑπὲρ Κλευνί-
καν ὅν κα Κλευνίκα κελεύσηι ἀζαμίοις
ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζα-
μίας· εἰ δέ τί κα πάθηι Κλευνίκα, ἐλευθέρα ἔστω
20 Πραξινικὶς κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέου-
σα ὅ κα θέληι. στεφανωέτω δὲ τὸ μνᾶ<μα> τὸ Κλευ-
νίκας κατ’ ἐνιαυτὸν ταῖς ὡρίοις, καθὼς ἐπίστευσε
τῶι θεῶι τὸν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδου-
λισμῶι Πραξινικίδος τελευτασάσας Κλευνίκας,
25 βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν
ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχά-
νοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν
οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας
καὶ ζαμίας. ποιησάτω δὲ καὶ τὰς ἀλλαθεάδας καὶ
30 τὰ λοιπὰ τὰ νομιζόμενα πάντα. μάρτυρες· τοὶ
ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος,
ἰδιῶται Εὐκλείδας, Τιμόκριτος, Νικόμαχος.
Search Help