[ ] Phokis — Delphi — 169 BC
1 στραταγέοντος τῶν Ἀχαιῶν Ἄρχωνος Αἰγιράτα μηνὸς ἑβδόμου, ἐν Δελ-
φοῖς δὲ ἄρχοντος Λαιάδα μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πρατίας
Τελεσία Αἰγιεὺς Σωτίωνα τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν ἐν-
νέα, καθὼς ἐπ[ί]στευσε Σωτίων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὸν ἐλεύθερον εἶ-
5 μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέοντα ὅ κα θέληι, μὴ ἐπιβαίνον-
τα ἐπ’ Ἀχαΐαν. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἄσανδρος Διονυσίου Δελφός.
μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος
καὶ τοὶ ἄρχοντες Ἀρχέλαος, Μνασίθεος καὶ ἰδιῶται
Ἀστόξενος Διονυσίου, Πραξίας, Ἀρχέλαος, Ξένων,
10 Εὐκράτης.
Search Help
Contact Us