[ ]
Phokis — Delphi — 169 BC
1 | στραταγέοντος τῶν Ἀχαιῶν Ἄρχωνος Αἰγιράτα μηνὸς ἑβδόμου, ἐν Δελ- |
φοῖς δὲ ἄρχοντος Λαιάδα μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πρατίας | |
Τελεσία Αἰγιεὺς Σωτίωνα τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν ἐν- | |
νέα, καθὼς ἐπ[ί]στευσε Σωτίων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὸν ἐλεύθερον εἶ- | |
5 | μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέοντα ὅ κα θέληι, μὴ ἐπιβαίνον- |
τα ἐπ’ Ἀχαΐαν. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἄσανδρος Διονυσίου Δελφός. | |
μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος | |
καὶ τοὶ ἄρχοντες Ἀρχέλαος, Μνασίθεος καὶ ἰδιῶται | |
Ἀστόξενος Διονυσίου, Πραξίας, Ἀρχέλαος, Ξένων, | |
10 | Εὐκράτης. |