[ ] Phokis — Delphi — 170/169 BC
1 ἄρχοντος Λαιάδα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀριστόμα-
χος καὶ Εὐκλῆς Ἐτυμώνδα Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο-
μα Θέων καὶ γυναικεῖα αἷς ὀνόματα Εἶρις καὶ Θευδώρα, ἀργυρίου μνᾶν δεκαοκτώ, κα-
θὼς ἐπίστευσε Θέων καὶ Εἶρις καὶ Θευδώρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ-
5 θεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα βίον, ποιέοντες ὅ κα θέ-
λωντι καὶ ἀποτρέχοντες οἷς κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον·
Κλέων Δίωνος. εἰ δέ τίς κα ἅπτηται Θέωνος ἢ Ἴριος ἢ Θευδώρας, βέβαιον
παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Ἀριστόμαχος καὶ Εὐκλῆς
KAI\ O( BEBAIWTH\R *KLE/WN *DI/WNOS: EI) DE/ KA MH\ PARE/XWNTI, PRA/KTIMOI E)O/NTWN
10 κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέ-
οντες ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας
δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Ἧρυς
Πεισιθέου, Πράξων Πλείστωνος, Δαμοσθένης Ἀρχέλα.
Search Help
Contact Us