[ ] Phokis — Delphi — 170 BC
1 ἄρχοντος Λαιάδα μηνὸς Δαι[δα]-
φορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρ[χ][λαος]
Θηβαγόρα Δελφὸς τῶι Ἀπόλλωνι [τῶι Πυθ]ίωι
σῶμα ἀνδρεῖον ὧι ὄνομα Νέων, τιμᾶς [ἀργ]υρίου
5 μνᾶν ἕξ, καὶ σῶμα γυναικεῖον ἇι ὄνομα Σ[ω]σώ, τι-
μᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευ-
σαν αὐτοὶ Νέων καὶ Σωσὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι-
τε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων
τὸν πάντα βίον, ποιοῦντας ὅ κα θέλωντι καὶ ἀποτρέ-
10 χοντας οἷς κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον·
Κλέανδρος Τείσωνος Δελφός. εἰ δέ τις καταδουλίζοιτο
Νέωνα ἢ Σωσώ, βέβαιον παρεχόντων ὅ τε ἀποδόμενος Ἀρχέ-
λαος καὶ ὁ βεβαιωτὴρ Κλέανδρος Τείσωνος· εἰ δέ κα μὴ παρέ-
{εἰ δέ κα μὴ παρέ}χωντι, πράκτιμοι ἐόντων κατὸν νόμον.
15 ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες
ὡς ἐλευθέρους ὄντας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. κατενεν-
κάντω δὲ τὸν ἔρανον τὸν Ἀρχέλαος συνᾶξε ὁ Πραόχου τὸν τριακονταμναῖον,
καὶ βέβαιοι ἔστωσαν αἱ ὠναὶ τῶι θεῶι. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας,
Ταραντῖνος καὶ τοὶ ἄρχοντες Βάχχιος, Ἀριστίων, ἰδιῶται Μελισσίων, Εὐάγγελος,
20 Κράτων, Δίων, Πολύκλειτος, Καλλίερος.
Search Help
Contact Us