[ ] Phokis — Delphi — 172 BC
1 ἄρχοντος Αἰακίδα μηνὸς Ἰλαίου, ἐπὶ [το]ῖσδε ἀπέδοτο Κλέων Ξενοφίλου Δελφὸς τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Φαινίκα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ
τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς 〚․․․․9․․․․〛 ἐπίστευσε Φαινίκα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέ-
ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα
5 θέληι. βεβ[α]ιωτὴρ {ες} κατὰ τὸν νόμον· Κ#⁷  vacat 16 Μνάσων Ξένωνος Δελφός. εἰ δέ τίς κα ἅπτη-
{․․․}ται {²⁶ἅπτηται}²⁶ Φαινίκας, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Κλέων καὶ ὁ βεβαιωτὴρ
〚․․․․10․․․․〛 Μνάσων. εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ
παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι
[π]άσας δίκας καὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄθαμβος, ἰδιῶται Δαμοσθένης Ἀρ-
10 χελάου, Καλλίερος, Χαιρεφάνης, Ἄθαμβος Ἁβρομάχου, Εὐκλείδας Καλλείδα.
Search Help
Contact Us