[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Πύῤῥου μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσ-
δε ἀπέδοτο Ἀστόξενος Διονυσίου τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀρσινόα, τι-
μᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε
5 Ἀρσινόα τῶι θ[ε]ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέ-
ρα εἶμε[ν κ]αὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάν-
τα χρόνον, ποέουσα ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν
νόμον· Μαντίας Δαμοχάρεος. μάρτυρες· ὁ ἱερεὺς Τα-
ραντῖνος καὶ τῶν ἀρχόντων Ἡράκων, Ἄσανδρος,
10 ἰδιῶται Μένης Ξένωνος, Στράτων, Τιμόκριτος.
Search Help
Contact Us