[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Ξενέα μηνὸς Βου[κα]τίου, ἐπὶ τοῖσδε |
ἀπέδοτο Μελισσὶς Δαμοφίλο[υ Δε]λφὶς τῶι Ἀπόλ- | |
λωνι τῶι Πυθίωι σώματα δύο γυνα[ικε]ῖα [α]ἷς ὀνό- | |
ματα Ἀφροδισία, Μνασώ, τιμᾶς ἀργυρίο[υ] μνᾶν | |
5 | ἑπτά, καθὼς ἐπίστευσαν Ἀφροδισία καὶ Μνασὼ τῶ[ι] |
θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεραι εἶμεν καὶ ἀνέφα- | |
πτοι ἀπὸ πάντων τὸμ πάντα βίον. βεβαιωτὴρ κατὰ | |
τὸν νόμον· Ἀριστοκράτης Λυκίσκου Δελφός. παρα- | |
μεινάντων δὲ Ἀφροδισία καὶ Μνασὼ παρὰ Μελισσίδα | |
10 | ἄχρι κα ζώη Μελισσίς, ἔνδω μένουσα[ι], ποιέουσαι τὸ |
ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνενκλήτως. εἰ δέ | |
τί κα μὴ ποιήσωντι τῶν ποτιτασσομένων ὑπὸ Μελισ- | |
σίδος, καθὼς γέγραπται, δυναταὶ ἐοῦσαι, ἐξέστω | |
Μελισσίδι κολάζειν καθώς κα αὐτὰ θέλη καὶ ἄλ- | |
15 | λωι ὑπὲρ Μελισσίδα ὅν κα Μ[ε]λισσὶς κελεύση ἀζαμί- |
οις ὄντοις καὶ ἀνυποδ[ί]κοις πάσας δίκας καὶ ζαμίας. | |
εἰ δέ τί κα πάθηι Μελισσίς, ἐλεύθεραι ἔστων Ἀφροδισί- | |
α καὶ Μνασὼ κυριεύουσαι αὐτοσαυτᾶν καὶ ποιέου- | |
σαι ὅ κα θέλωντι καὶ ἀποτρέχουσαι οἷς κα θέ[λ]ωντι, | |
20 | καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς |
κα ἅπτηται ἐπὶ καταδουλισμῶι Ἀφροδισί[ας] | |
ἢ Μνασοῦς τε[λ]ευτασάσας Μελισσίδος, βέ- | |
βαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰ[ν] ὠν[ὰν] | |
κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχ[ά]νον- | |
25 | τες κύριο[ι ἐ]όντω[ν σ]υλέοντες ὡς ἐλευθέρας |
οὔσας ἀζ[ά]μιοι ἐόντες [κ]αὶ ἀν[υπ]όδικοι πάσας | |
δίκας καὶ ζαμίας. μάρτυ[ρ]ες· τοὶ ἱερεῖς τοῦ Ἀπόλ- | |
λωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες | |
Ἀρχίας, Ἀριστοκράτης, Δαμοφ[άν]ης, ἰδιῶται Ἀλέξων, | |
30 | Ἀρχέλαος Πυθοφάνεος, Ξένων, Εὐκλείδας. |