[ ] Phokis — Delphi — 173 BC
1 ἄρχοντος Σωσινίκου μηνὸς Θεοξενίου, ἐπὶ το<ῖ>σδε ἀπέ-
δοτο Κλεόδικος Δωροθέου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
μα ἀνδρεῖον ὧι ὄνομα Ἀλέξανδρος, τιμᾶς ἀργυρίου
μνᾶν τριῶν στατήρων δέκα, καθὼς ἐπίστευσε Ἀλέ-
5 ξανδρος τῶ[ι θε]ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶ-
ναι καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποι-
οῦντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οὗ ἂν θέλη. βεβαιω-
τὴρ κατὰ τὸν νόμον·  Εὐκράτης Καλλίκωνος Δελφός.
εἰ δέ τις καταδουλίζοιτο Ἀλέξανδρον, βέβαιον πα-
10 ρεχέτω ὅ τε ἀποδόμενος Κλεόδικος καὶ ὁ βεβαιωτὴρ
Εὐκράτης. εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντω
κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον-
τες κύριοι ἐόντω συλέοντες ὡς ἐλεύθερον
ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δί-
15 κας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλω-
νος Ἄθανβος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ἀλκεῖνος,
Δρομοκλείδας, Ἀνδρομένης, ἰδιῶται Εὔαρ-
χος, Νίκων, Κριτόλαος, Ἀπολλόδωρος, Μενεκράτης.
Search Help
Contact Us