[ ] Phokis — Delphi — 168 BC
1 ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς {ος} Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Τιμοκλῆς Ἀρχιλό[χου]
τοῖ Ἀπόλ<λ>ωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσώ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς
ἐπίστευσε Σωσὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλ<ε>υθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πά-
ντα χρόνον, ποιέ<ο>υσαν ὅ κα θέλη καὶ ἀποτρέχουσαν οἷς κα θέλη. παραμεινάτω δὲ Σωσὼ παρὰ Τιμοκλῆ
5 ἀνένκλητος, ποιοῦσα {ὅ κα θέλη} τὸ δυνατὸν ἔτη δέκα. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς
πόλιος· Ὀρέστας Εὐχαρίδα Δελφός. μάρτυροι· τοὶ ἱαρεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύ-
ντας καὶ τοὶ ἄρχοντες Ἀμυνέας Χαριξένου, Ἀνδρόνικος Φρικίδα, Ξένων Βούλωνος, ἰδιῶ-
ται Ἄσμων Λαχάρεος, Καλλίερος Μέντορος, Ὀρέσ<τας> Εὐχαρίδα Δελφοί. τὸ ἀντίγραφον φυλάσ[σ]-
ει Καλλίερος. κύριοι δὲ ἐόντω οἱ παρατυνχάνοντες συλέοντες Σωσὼ κατὰ τὰν
10 ἀν{αν}αγρ<α>φὰν {²⁶ἀναγραφὰν}²⁶ καὶ ὠνὰν τὰν ἐν τῶι ἱαρῶι ἀναγεγρανμέναν.
Search Help
Contact Us