[ ]
Phokis — Delphi — 168 BC
| 1 | ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς {ος} Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Τιμοκλῆς Ἀρχιλό[χου] |
| τοῖ Ἀπόλ<λ>ωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσώ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς | |
| ἐπίστευσε Σωσὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλ<ε>υθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πά- | |
| ντα χρόνον, ποιέ<ο>υσαν ὅ κα θέλη καὶ ἀποτρέχουσαν οἷς κα θέλη. παραμεινάτω δὲ Σωσὼ παρὰ Τιμοκλῆ | |
| 5 | ἀνένκλητος, ποιοῦσα {ὅ κα θέλη} τὸ δυνατὸν ἔτη δέκα. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς |
| πόλιος· Ὀρέστας Εὐχαρίδα Δελφός. μάρτυροι· τοὶ ἱαρεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύ- | |
| ντας καὶ τοὶ ἄρχοντες Ἀμυνέας Χαριξένου, Ἀνδρόνικος Φρικίδα, Ξένων Βούλωνος, ἰδιῶ- | |
| ται Ἄσμων Λαχάρεος, Καλλίερος Μέντορος, Ὀρέσ<τας> Εὐχαρίδα Δελφοί. τὸ ἀντίγραφον φυλάσ[σ]- | |
| ει Καλλίερος. κύριοι δὲ ἐόντω οἱ παρατυνχάνοντες συλέοντες Σωσὼ κατὰ τὰν | |
| 10 | ἀν{αν}αγρ<α>φὰν {²⁶ἀναγραφὰν}²⁶ καὶ ὠνὰν τὰν ἐν τῶι ἱαρῶι ἀναγεγρανμέναν. |