[ ] Phokis — Delphi — 168 BC
1 ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρχέλαος Θηβαγόρα Δελφὸς
τῶι Ἀπόλλωνι τῶι Πυθίωι παιδάριον οἷ ὄνομα Τίμων, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Τί-
μων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε α[ὐ]τὸν ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον τὸν {τον} πάντα βίον, ποιῶν ὅ κα
θέλη. ἐξέστω δὲ τῶι παρατυνχάνοντι καὶ θέλοντι συλέοντι Τίμωνα κατὰ τὰν ἀναγραφὰν καὶ ὠνὰν τὰν
5 ἐν τῶι ἱερῶι ἀναγεγραμμέναν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἐκέφυλος Ἁγίωνος Δελφός.
μάρτυροι· τοὶ ἱαρεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Ἀμυνέας Χαριξέν-
ου Ἀνδρόνικος Φρικίδα, Ξένων Βούλωνος, ἰδιῶται Χαρίξενος Ἀλέξωνος, Καλλίας Ἐνμε<ν>ίδ-
α, Ὀρ[έ]στας Εὐχαρίδα, Εὐφρόνιος Ζωΐλου, Κλεύδαμος Πολυκλείτου.
Search Help
Contact Us